Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 9.42 | Dem. 9.47 (English) | >>Dem. 9.50 |
9.45οὐκοῦν ἐνόμιζον ἐκεῖνοι τῆς πάντων τῶν Ἑλλήνων σωτηρίας αὑτοῖς ἐπιμελητέον εἶναι · οὐ γὰρ ἂν αὐτοῖς ἔμελʼ εἴ τις ἐν Πελοποννήσῳ τινὰς ὠνεῖται καὶ διαφθείρει , μὴ τοῦθʼ ὑπολαμβάνουσιν · ἐκόλαζον δʼ οὕτω καὶ ἐτιμωροῦνθʼ οὓς αἴσθοιντο , ὥστε καὶ στηλίτας ποιεῖν . ἐκ δὲ τούτων εἰκότως τὰ τῶν Ἑλλήνων ἦν τῷ βαρβάρῳ φοβερά , οὐχ ὁ βάρβαρος τοῖς Ἕλλησιν . ἀλλʼ οὐ νῦν · οὐ γὰρ οὕτως ἔχεθʼ ὑμεῖς οὔτε πρὸς τὰ τοιαῦτʼ οὔτε πρὸς τἄλλα , ἀλλὰ πῶς ;
9.46ἴστʼ αὐτοί · τί γὰρ δεῖ περὶ πάντων ὑμῶν κατηγορεῖν ; παραπλησίως δὲ καὶ οὐδὲν βέλτιον ὑμῶν ἅπαντες οἱ λοιποὶ Ἕλληνες · διόπερ φήμʼ ἔγωγε καὶ σπουδῆς πολλῆς καὶ βουλῆς ἀγαθῆς τὰ παρόντα πράγματα προσδεῖσθαι . τίνος ; εἴπω κελεύετε ; καὶ οὐκ ὀργιεῖσθε ;ἔστι τοίνυν τις εὐήθης λόγος παρὰ τῶν παραμυθεῖσθαι βουλομένων τὴν πόλιν , ὡς ἄρʼ οὔπω Φίλιππός ἐστιν οἷοί ποτʼ ἦσαν Λακεδαιμόνιοι , οἳ θαλάττης μὲν ἦρχον καὶ γῆς ἁπάσης , βασιλέα δὲ σύμμαχον εἶχον , ὑφίστατο δʼ οὐδὲν αὐτούς · ἀλλʼ ὅμως ἠμύνατο κἀκείνους ἡ πόλις καὶ οὐκ ἀνηρπάσθη . ἐγὼ δʼ ἁπάντων ὡς ἔπος εἰπεῖν πολλὴν εἰληφότων ἐπίδοσιν , καὶ οὐδὲν ὁμοίων ὄντων τῶν νῦν τοῖς πρότερον , οὐδὲν ἡγοῦμαι πλέον ἢ τὰ τοῦ πολέμου κεκινῆσθαι κἀπιδεδωκέναι .
Ἐκ τοῦ Γραμματείου Ἀναγιγνώσκει
9.47
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 9.42 | Dem. 9.47 (English) | >>Dem. 9.50 |